πολλῶν οὖν πολλάκις ὄντων τῶν ἀκροαμάτων καὶ τῶν αὐτῶν οὐκ αἰεί͵ ἐπειδὴ πολλοὶ περὶ αὐτῶν ἐγίνοντο λόγοι͵ τὰ ὀνόματα τῶν εἰπόντων παραλιπὼν τῶν πραγμάτων μνησθήσομαι.
περὶ μὲν γὰρ αὐλῶν ὃ μέν τις ἔφη τὸν Μελανιππίδην καλῶς ἐν τῷ Μαρ σύᾳ διασύροντα τὴν αὐλητικὴν εἰρηκέναι περὶ τῆς Ἀθηνᾶς ·
ἁ μὲν Ἀθάνα τὤργαν΄ ἔρριψέν θ΄ ἱερᾶς ἀπὸ χειρὸς εἶπέ τ΄ 3ἔρρετ΄ αἴσχεα͵ σώματι λύμα͵ ἐμὲ δ΄ ἐγὼ κακότατι δίδωμι.
πρὸς ὃν ἀντιλέγων ἄλλος ἔφη· 3ἀλλ΄ ὅ γε Σελινούν τιος Τελέστης τῷ Μελανιππίδῃ ἀντικορυσσόμενος ἐν Ἀργοῖ ἔφηὁ δὲ λόγος ἐστὶ περὶ τῆς Ἀθηνᾶς ·
ὃν σοφὸν σοφὰν λαβοῦσαν οὐκ ἐπέλπομαι νόῳ δρυ μοῖς ὀρείοις ὄργανον δίαν Ἀθάναν δυσόφθαλμον αἶσχος ἐκφοβηθεῖσαν αὖθις ἐκ χερῶν βαλεῖν͵ νυμφαγενεῖ χειροκτύπῳ φηρὶ Μαρσύᾳ κλέος.
τί γάρ νιν εὐηράτοιο κάλλεος ὀξὺς ἔρως ἔτειρεν͵ ᾇ παρθενίαν ἄγαμον καὶ ἄπαιδ΄ ἀπένειμε Κλωθώ;
ὡς οὐκ ἂν εὐλαβηθείσης τὴν αἰσχρότητα τοῦ
εἴδους διὰ τὴν παρθενίαν.
ἑξῆς τέ φησι·
ἀλλὰ μάταν ἀχόρευτος ἅδε ματαιολόγων φάμα προσέπταθ΄ Ἑλλάδα μουσο πόλων σοφᾶς ἐπίφθονον βροτοῖς τέχνας ὄνειδος.
μετὰ ταῦτα δὲ ἐγκωμιάζων τὴν αὐλητικὴν λέγει·
ἃν συνεριθοτάτον Βρομίῳ παρέδωκε͵ σεμνᾶς δαίμονος ἀερόεν πνεῦμ΄ αἰολοπτερύγων σὺν ἀγλαᾶν ὠκύτατι χειρῶν.
κομψῶς δὲ κἀν τῷ Ἀσκληπιῷ ὁ Τελέστης ἐδήλωσε τὴν τῶν αὐλῶν χρείαν ἐν τούτοις ·
ἢ Φρύγα καλλιπνόων αὐλῶν ἱερῶν βασιλῆα͵ Λυδὸν ὃς ἥρμοσε πρῶτος Δωρίδος ἀντίπαλον μούσης νόμον͵ αἰολον ὀρφναι πνεύματος εὔπτερον αὔραν ἀμφιπλέκων καλάμοις.
book
ΔΕΙΠΝΟΣΟΦΙΣΤΩΝ
period
Antiquité
Livre XIV, chapitre VII
Ancient Greek (to 1453)
Text inserted by aurelien.benel